Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.307 Joseph. AJ 16.312 (English) >>Joseph. AJ 16.318

16.310χρηματισάμενος δὲ καὶ παρʼ ἐκείνου πρὶν καταφωραθῆναι τῆς κακοηθείας ἀπῄει. Εὐρυκλῆς μὲν οὖν οὐδὲ ἐν τῇ Λακεδαίμονι παυσάμενος εἶναι μοχθηρὸς ἐπὶ πολλοῖς ἀδικήμασιν ἀπεστερήθη τῆς πατρίδος. 16.311

δὲ τῶν Ἰουδαίων βασιλεὺς οὐχ ὥσπερ πρότερον εἶχεν πρός τε τὸν Ἀλέξανδρον καὶ τὸν Ἀριστόβουλον ἀκούειν μόνον τὰς κατʼ αὐτῶν διαβολάς, ἀλλʼ ἤδη διὰ μίσους οἰκείου γεγενημένος αὐτὸς εἰ καὶ μὴ λέγοι τις ἐξειργάζετο, 16.312παρατηρῶν ἕκαστα καὶ πυνθανόμενος καὶ πᾶσιν ἐνδιδοὺς τοῖς βουλομένοις, εἴ τις ἔχοι τι κατʼ ἐκείνων εἰπεῖν, Εὐάρατόν τε Κῷον Ἀλεξάνδρῳ συνειδέναι. καὶ τοῦτο μὲν οὖν καθʼ ἡδονὴν τὸ πάντων ἥδιστον Ἡρώδης ἐλάμβανεν. 16.313

Ἐπιγίνεται δὲ κατὰ τῶν νεανίσκων μεῖζόν τι σκευωρουμένης ἀεὶ τῆς κατʼ αὐτῶν διαβολῆς καὶ πᾶσιν, ὡς εἰπεῖν, ἄθλου τούτου προκειμένου λέγειν τι περὶ ἐκείνων δυσχερὲς πρὸς τῆς τοῦ βασιλεύοντος ἐδόκει σωτηρίας. 16.314σωματοφύλακες ἦσαν Ἡρώδῃ δύο κατʼ ἰσχὺν καὶ μέγεθος τιμώμενοι Ἰούκουνδος καὶ Τύραννος. οὗτοι προσκρούσαντος αὐτοῖς τοῦ βασιλέως ἀπεωσμένοι περὶ Ἀλέξανδρον ἦσαν συνιππαζόμενοι καὶ κατὰ τὰ γυμνάσια τιμώμενοι καί τι χρυσίον καὶ δωρεὰς ἄλλας ἔλαβον. 16.315εὐθὺς οὖν καὶ τούτους βασιλεὺς ἐν ὑποψίαις ἔχων ἐβασάνιζεν, οἱ δὲ διακαρτερήσαντες πολὺν χρόνον ὕστερον ἔλεγον, ὅτι πείθοι φονεύειν αὐτοὺς Ἡρώδην Ἀλέξανδρος, ἐπεὶ περὶ κυνηγέσιον θηρίων διώκων προλάβοι· δυνατὸν γὰρ εἶναι λέγειν ὡς ἀπὸ τοῦ ἵππου κατενεχθεὶς ἐμπαρείη ταῖς αὐτοῦ λόγχαις·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.307 Joseph. AJ 16.312 (English) >>Joseph. AJ 16.318

Powered by PhiloLogic